Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.1 Dem. 30.6 (English) >>Dem. 30.8

30.4ὥστʼ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτʼ εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων. ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκʼ οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκʼ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μʼ ἐκ ταύτης τῆς γῆς, 30.5προϊστάμενον δʼ ἐπʼ ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμηρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς ἅπαντας εἴσεσθαι σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην ὑπʼ ἐμοῦ τὴν δίκην. ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.

30.6ἐγὼ γάρ, ἄνδρες δικασταί, πολλούς τʼ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλʼ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθʼ ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τʼ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵνʼ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν. ὥστʼ ἐκ τῶν γιγνομένων οὐκ ἔσθʼ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρʼ αὐτῶν, ἐπειδὴ τάχιστʼ ἀνὴρ εἶναι δοκιμασθείην.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.1 Dem. 30.6 (English) >>Dem. 30.8

Powered by PhiloLogic